Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.36 Dem. 30.39 (English) >>Dem. 31.1

30.37ὑμεῖς τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβεστάτην πασῶν <πίστεων> νομίζετε, καὶ ὅπου ἂν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται, δέῃ δʼ εὑρεθῆναι τὸ ζητούμενον, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε τὴν ἀλήθειαν εὑρεῖν. εἰκότως, ἄνδρες δικασταί· τῶν μὲν γὰρ μαρτυρησάντων ἤδη τινὲς οὐ τἀληθῆ μαρτυρῆσαι ἔδοξαν· τῶν δὲ βασανισθέντων οὐδένες πώποτʼ ἐξηλέγχθησαν, ὡς οὐκ ἀληθῆ τὰ ἐκ τῆς βασάνου εἶπον. 30.38οὗτος δὲ τηλικαῦτα δίκαια φυγὼν καὶ σαφεῖς οὕτω καὶ μεγάλους ἐλέγχους παραλιπών, Ἄφοβον παρεχόμενος μάρτυρα καὶ Τιμοκράτην, τὸν μὲν ὡς ἀπέδωκε τὴν προῖκα, τὸν δʼ ὡς ἀπείληφεν, ἀξιώσει πιστεύεσθαι παρʼ ὑμῖν, ἀμάρτυρον τὴν πρὸς τούτους πρᾶξιν γεγενῆσθαι προσποιούμενος· τοσαύτην ὑμῶν εὐήθειαν κατέγνωκεν. 30.39ὅτι μὲν τοίνυν οὔτʼ ἀληθῆ οὔτʼ ἀληθείᾳ ἐοικότα λέξουσιν, καὶ ἐκ τοῦ ἐξ ἀρχῆς αὐτοὺς ὁμολογεῖν τὴν προῖκα μὴ δοῦναι, καὶ ἐκ τοῦ πάλιν ἄνευ μαρτύρων ἀποδεδωκέναι φάσκειν, καὶ ἐκ τοῦ τὸν χρόνον μὴ ἐγχωρεῖν ἀμφισβητουμένης ἤδη τῆς οὐσίας ἀποδοῦναι τἀργύριον, καὶ ἐκ τῶν ἄλλων ἁπάντων ἱκανῶς ἀποδεδεῖχθαι νομίζω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.36 Dem. 30.39 (English) >>Dem. 31.1

Powered by PhiloLogic